Books SBT Prev Next

Romans

Πρὸς Ῥωμαίους

Chapter3 31 verses

1What then is the advantage of the Jew, or what is the benefit of circumcision?Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; 2Much in every way. First of all, indeed, that they were entrusted with the oracles of God.πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν ⸀γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ. 3What then? If some were unfaithful, will their unfaithfulness nullify the faithfulness of God?τί γάρ; εἰ ἠπίστησάν τινες, μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ θεοῦ καταργήσει; 4By no means! Let God be true and every man a liar, as it is written: "So that you may be justified in your words and prevail when you are judged."μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, ⸀καθὼς γέγραπται· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ ⸀νικήσεις ἐν τῷ κρίνεσθαί σε. 5But if our unrighteousness demonstrates the righteousness of God, what shall we say? Is God unjust who inflicts the wrath? I speak in human terms.εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. 6By no means! Otherwise how will God judge the world?μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; 7But if the truth of God abounded through my lie to his glory, why am I still judged as a sinner?εἰ ⸀δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι, 8And why not say, as we are slandered and as some claim we say, "Let us do evil things so that good things may come"? Their condemnation is deserved.καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν. 9What then? Are we any better? Not at all, for we have already charged both Jews and Greeks that they are all under sin,Τί οὖν; προεχόμεθα; οὐ πάντως, προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ’ ἁμαρτίαν εἶναι, 10as it is written: "There is no one righteous, not even one;καθὼς γέγραπται ὅτι Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, 11there is no one who understands, there is no one who seeks God.οὐκ ἔστιν ⸀ὁ συνίων, οὐκ ἔστιν ⸁ὁ ἐκζητῶν τὸν θεόν· 12All have turned aside, together they have become useless; there is no one who does good, there is not even one.πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν· οὐκ ⸀ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. 13Their throat is an open grave, they deceive with their tongues, the venom of vipers is under their lips,τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, 14whose mouth is full of cursing and bitterness;ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· 15their feet are swift to shed blood,ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, 16ruin and misery are in their paths,σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, 17and the way of peace they have not known.καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. 18There is no fear of God before their eyes."οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. 19Now we know that whatever the law says, it speaks to those who are in the law, so that every mouth may be shut and the whole world may become accountable to God.Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· 20Therefore by works of the law no flesh will be justified before him, for through the law comes the knowledge of sin.διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. 21But now, apart from the law, the righteousness of God has been revealed, being witnessed to by the law and the prophets,Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, 22the righteousness of God through the faithfulness of Jesus Messiah, for all who believe; for there is no distinction.δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, εἰς ⸀πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή. 23For all sinned and fall short of the glory of God,πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, 24being justified freely by his grace through the redemption that is in Messiah Jesus,δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· 25whom God set forth as a mercy seat through faith in his blood, for a demonstration of his righteousness, because in his forbearance he had passed over the sins committed beforehand,ὃν προέθετο ὁ θεὸς ἱλαστήριον ⸀διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων 26for the demonstration of his righteousness at the present time, so that he might be just and the one who justifies the one of the faith of Jesus.ἐν τῇ ἀνοχῇ τοῦ θεοῦ, πρὸς ⸀τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ. 27Where then is boasting? It is shut out. Through what kind of law? Of works? No, but through a law of faith.Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως. 28For we hold that a man is justified by faith apart from works of the law.λογιζόμεθα ⸀γὰρ ⸂δικαιοῦσθαι πίστει⸃ ἄνθρωπον χωρὶς ἔργων νόμου. 29Or is he the God of the Jews only? Is he not also of the nations? Yes, also of the nations,ἢ Ἰουδαίων ὁ θεὸς μόνον; ⸀οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, 30since God is one, who will justify the circumcision out of faith and the uncircumcision through the faith.⸀εἴπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως. 31Do we then nullify the law through faith? By no means! Rather, we uphold the law.νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ⸀ἱστάνομεν.