Hebrews
Πρὸς Ἑβραίους
1In many portions and in many ways long ago, God spoke to the fathers by the prophets;Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις 2in these last days he spoke to us in a Son, whom he appointed heir of all things, through whom he also made the ages.ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ ⸂ἐποίησεν τοὺς αἰῶνας⸃·in a Son (en huiō) — the Greek has no article. The contrast is with the prophets: God's final mode of speech is not a message but a Son, and the Son is named heir of all things in the same breath. 3He is the radiance of his glory and the exact imprint of his substance, and he sustains all things by the word of his power. Having made purification for sins, he sat down at the right hand of the Majesty on high,ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως, ⸂δι’ αὑτοῦ⸃ καθαρισμὸν ⸂τῶν ἁμαρτιῶν ποιησάμενος⸃ ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, 4having become as much superior to the angels as the name he has inherited is more excellent than theirs.τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα. 5For to which of the angels did he ever say, "You are my Son; today I have begotten you"? And again, "I will be to him a Father, and he will be to me a Son"?Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; 6And again, when he brings the firstborn into the world, he says, "Let all the angels of God worship him."ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.firstborn (prōtotokos) — the same rank word as Colossians 1:15. He is brought into the world as the heir, and the angels are commanded to worship him. 7And of the angels he says, "He makes his angels winds, and his servants a flame of fire";καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· 8but of the Son: "Your throne, O God, is forever and ever, and the scepter of uprightness is the scepter of your kingdom.πρὸς δὲ τὸν υἱόν· Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ⸂καὶ ἡ ῥάβδος τῆς εὐθύτητος⸃ ῥάβδος τῆς βασιλείας ⸀σου. 9You loved righteousness and hated lawlessness; therefore God, your God, has anointed you with the oil of gladness beyond your companions."ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· 10And: "You, Lord, laid the foundation of the earth in the beginning, and the heavens are the work of your hands;καί· Σὺ κατ’ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· 11they will perish, but you remain; and they will all wear out like a garment,αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, 12and like a cloak you will roll them up, and they will be changed. But you are the same, and your years will not fail."καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ⸂ὡς ἱμάτιον⸃ καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. 13And to which of the angels has he ever said, "Sit at my right hand until I make your enemies a footstool for your feet"?πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; 14Are they not all ministering spirits sent out for service for the sake of those who are about to inherit salvation?οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;