Books SBT Prev Next

Galatians

Πρὸς Γαλάτας

Chapter5 26 verses

1For freedom Messiah has set us free; stand firm therefore, and do not be burdened again with a yoke of slavery.τῇ ἐλευθερίᾳ ⸂ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. 2Look, I, Paul, say to you: if you are circumcised, Messiah will profit you nothing.Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3I testify again to every man who is circumcised that he is obligated to do the whole law.μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4You are severed from Messiah, you who are justified by the law; you have fallen from grace.κατηργήθητε ⸀ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. 5For we, by the Spirit, eagerly await the hope of righteousness by faith.ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6For in Messiah Jesus neither circumcision nor uncircumcision has any power, but faith working through love.ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη. 7You were running well. Who hindered you from obeying the truth?Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ⸀τῇ ἀληθείᾳ μὴ πείθεσθαι; 8This persuasion is not from the one who calls you.ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9A little leaven leavens the whole lump.μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10I am confident about you in the Lord that you will think nothing else; but the one who troubles you will bear the judgment, whoever he is.ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸀ἐὰν ᾖ. 11But I, brothers, if I still proclaim circumcision, why am I still persecuted? Then the stumbling block of the cross has been abolished.ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12I wish those who unsettle you would even castrate themselves.ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. 13For you were called to freedom, brothers; only do not use your freedom as an opportunity for the flesh, but through love serve one another.Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· 14For the whole law is fulfilled in one word: "You shall love your neighbor as yourself."ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸀πεπλήρωται, ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸀σεαυτόν. 15But if you bite and devour one another, watch out that you are not consumed by one another.εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε. 16But I say, walk by the Spirit, and you will not gratify the desire of the flesh.Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17For the flesh desires against the Spirit, and the Spirit against the flesh; these are opposed to each other, so that you do not do what you want.ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα ⸀γὰρ ⸂ἀλλήλοις ἀντίκειται⸃, ἵνα μὴ ἃ ⸀ἐὰν θέλητε ταῦτα ποιῆτε. 18But if you are led by the Spirit, you are not under the law.εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19Now the works of the flesh are obvious: sexual immorality, impurity, sensuality,φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ⸀ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20idolatry, sorcery, enmities, strife, jealousy, outbursts of anger, rivalries, divisions, factions,εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ⸂ἔρις, ζῆλος⸃, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21envy, drunkenness, orgies, and things like these. I warn you, as I warned you before, that those who practice such things will not inherit the kingdom of God.⸀φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν ⸀καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 22But the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness,Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23gentleness, self-control; against such things there is no law.πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24And those who belong to Messiah Jesus have crucified the flesh with its passions and desires.οἱ δὲ τοῦ ⸀Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. 25If we live by the Spirit, let us also walk by the Spirit.εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26Let us not become conceited, provoking one another, envying one another.μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.