1 Corinthians
Πρὸς Κορινθίους Α΄
1Now concerning the collection for the holy ones: just as I arranged for the assemblies of Galatia, so also you should do.Περὶ δὲ τῆς λογείας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε. 2On the first day of the week, let each of you set something aside by himself, storing up as he may prosper, so that there may be no collections when I come.κατὰ μίαν ⸀σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ⸀ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογεῖαι γίνωνται. 3And when I arrive, whomever you approve by letters, these I will send to carry your grace to Jerusalem.ὅταν δὲ παραγένωμαι, οὓς ⸀ἐὰν δοκιμάσητε δι’ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ· 4And if it is fitting that I also go, they will go with me.ἐὰν δὲ ⸂ἄξιον ᾖ⸃ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. 5But I will come to you when I have passed through Macedonia, for I am passing through Macedonia,Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω, Μακεδονίαν γὰρ διέρχομαι, 6and perhaps I will remain with you or even spend the winter, so that you may send me on my way wherever I go.πρὸς ὑμᾶς δὲ τυχὸν ⸀παραμενῶ ἢ ⸀καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. 7For I do not want to see you now just in passing, for I hope to remain with you for some time, if the Lord permits.οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω ⸀γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος ⸀ἐπιτρέψῃ. 8But I will remain in Ephesus until Pentecost,⸀ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· 9for a great and effective door has opened for me, and there are many who oppose.θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. 10But if Timothy comes, see that he is with you without fear, for he is doing the work of the Lord, as I also am.Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς ⸀κἀγώ· 11So let no one despise him. Send him on his way in peace, so that he may come to me, for I am expecting him with the brothers.μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός ⸀με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. 12But concerning Apollos our brother, I urged him greatly to come to you with the brothers, and it was certainly not his will to come now; but he will come when he has opportunity.Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. 13Watch, stand firm in the faith, act like men, be strong.Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14Let all that you do be done in love.πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. 15But I urge you, brothers — you know the household of Stephanas, that it is the firstfruits of Achaia, and they have devoted themselves to service for the holy ones —Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·“The household of Stephanas” — oikos, a household named as the first unit of the assembly in Achaia, and the firstfruits of the region. 16that you also be subject to such people and to everyone who works and labors with them.ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17But I rejoice at the coming of Stephanas and Fortunatus and Achaicus, because they supplied what was lacking on your part,χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ⸀ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν, 18for they refreshed my spirit and yours. So recognize such people.ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. 19The assemblies of Asia greet you. Aquila and Prisca greet you warmly in the Lord, with the assembly that is in their house.Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ⸀ἀσπάζεται ὑμᾶς ἐν κυρίῳ πολλὰ Ἀκύλας καὶ ⸀Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20All the brothers greet you. Greet one another with a holy kiss.ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. 21This greeting is in my own hand — Paul.Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22If anyone does not love the Lord, let him be accursed. Marana tha.εἴ τις οὐ φιλεῖ τὸν ⸀κύριον, ἤτω ἀνάθεμα. ⸂Μαράνα θά⸃. 23The grace of the Lord Jesus be with you.ἡ χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μεθ’ ὑμῶν. 24My love be with all of you in Messiah Jesus.ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ ⸀Ἰησοῦ.